# Ἱκέτιδες 3.226-273

Aeschylus, Ἱκέτιδες, Episode 3, lines 3.226-3.273. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-7/3.226

ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών;
πῶς δ᾽ ἂν γαμῶν ἄκουσαν ἄκοντος πατρὸς
ἁγνὸς γένοιτ᾽ ἄν; οὐδὲ μὴ ʼν Ἅιδου θανὼν
φύγῃ ματαίων αἰτίας, πράξας τάδε.
κἀκεῖ δικάζει τἀμπλακήμαθ᾽, ὡς λόγος,
Ζεὺς ἄλλος ἐν καμοῦσιν ὑστάτας δίκας.
σκοπεῖτε, κἀμείβεσθε τόνδε τὸν τρόπον,
ὅπως ἂν ὑμῖν πρᾶγος εὖ νικᾷ τόδε.
ποδαπὸν ὅμιλον τόνδ᾽ ἀνελληνόστολον
πέπλοισι βαρβάροισι καὶ πυκνώμασι
χλίοντα προσφωνοῦμεν; οὐ γὰρ Ἀργολὶς
ἐσθὴς γυναικῶν οὐδ᾽ ἀφ᾽ Ἑλλάδος τόπων.
ὅπως δὲ χώραν οὔτε κηρύκων ὕπο,
ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν
ἔτλητ᾽ ἀτρέστως, τοῦτο θαυμαστὸν πέλει.
κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων
κεῖνται παρ᾽ ὑμῖν πρὸς θεοῖς ἀγωνίοις:
μόνον τόδ᾽ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ.
καὶ τἄλλα πόλλ᾽ ἔτ᾽ εἰκάσαι δίκαιον ἦν,
εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν.
εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον.
ἐγὼ δὲ πρός σε πότερον ὡς ἔτην λέγω,
ἢ τηρὸν Ἑρμοῦ ῥάβδον, ἢ πόλεως ἀγόν;
πρὸς ταῦτ᾽ ἀμείβου καὶ λέγ᾽ εὐθαρσὴς ἐμοί.
τοῦ γηγενοῦς γάρ εἰμ᾽ ἐγὼ Παλαίχθονος
ἶνις Πελασγός, τῆσδε γῆς ἀρχηγέτης.
ἐμοῦ δ᾽ ἄνακτος εὐλόγως ἐπώνυμον
γένος Πελασγῶν τήνδε καρποῦται χθόνα.
καὶ πᾶσαν αἶαν, ἧς δι᾽ ἁγνὸς ἔρχεται
Στρυμών, τὸ πρὸς δύνοντος ἡλίου, κρατῶ.
ὁρίζομαι δὲ τήν τε Περραιβῶν χθόνα,
Πίνδου τε τἀπέκεινα, Παιόνων πέλας,
ὄρη τε Δωδωναῖα: συντέμνει δ᾽ ὅρος
ὑγρᾶς θαλάσσης: τῶνδε τἀπὶ τάδε κρατῶ.
αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε
πάλαι κέκληται φωτὸς ἰατροῦ χάριν.
Ἆπις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας
ἰατρόμαντις παῖς Ἀπόλλωνος χθόνα
τήνδ᾽ ἐκκαθαίρει κνωδάλων βροτοφθόρων,
τὰ δὴ παλαιῶν αἱμάτων μιάσμασι
χρανθεῖσ᾽ ἀνῆκε γαῖα †μηνεῖται ἄκη†
δρακονθόμιλον δυσμενῆ ξυνοικίαν.
τούτων ἄκη τομαῖα καὶ λυτήρια
πράξας ἀμέμπτως Ἆπις Ἀργείᾳ χθονὶ
μνήμην ποτ᾽ ἀντίμισθον ηὕρετ᾽ ἐν λιταῖς.
ἔχουσα δ᾽ ἤδη τἀπ᾽ ἐμοῦ τεκμήρια
γένος τ᾽ ἂν ἐξεύχοιο καὶ λέγοις πρόσω.
μακράν γε μὲν δὴ ῥῆσιν οὐ στέργει πόλις.

---

Aeschylus, Ἱκέτιδες, ed. Arthur Sidgwick. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0085.tlg001.local001/.
