# Ἱκέτιδες 3.274-327

Aeschylus, Ἱκέτιδες, Episode 3, lines 3.274-3.327. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-7/3.274

βραχὺς τορός θ᾽ ὁ μῦθος: Ἀργεῖαι γένος
ἐξευχόμεσθα, σπέρματ᾽ εὐτέκνου βοός:
καὶ ταῦτ᾽ ἀληθῆ πάντα προσφύσω λόγῳ.
ἄπιστα μυθεῖσθ᾽, ὦ ξέναι, κλύειν ἐμοί,
ὅπως τόδ᾽ ὑμῖν ἐστιν Ἀργεῖον γένος.
Λιβυστικαῖς γὰρ μᾶλλον ἐμφερέστεραι
γυναιξίν ἐστε κοὐδαμῶς ἐγχωρίαις.
καὶ Νεῖλος ἂν θρέψειε τοιοῦτον φυτόν,
Κύπριος χαρακτήρ τ᾽ ἐν γυναικείοις τύποις
εἰκὼς πέπληκται τεκτόνων πρὸς ἀρσένων:
Ἰνδάς τ᾽ ἀκούω νομάδας ἱπποβάμοσιν
εἶναι καμήλοις ἀστραβιζούσας, χθόνα
παρ᾽ Αἰθίοψιν ἀστυγειτονουμένας.
καὶ τὰς ἀνάνδρους κρεοβόρους τ᾽ Ἀμαζόνας,
εἰ τοξοτευχεῖς ἦτε, κάρτ᾽ ἂν ᾔκασα
ὑμᾶς. διδαχθεὶς <δ᾽> ἂν τόδ᾽ εἰδείην πλέον,
ὅπως γένεθλον σπέρμα τ᾽ Ἀργεῖον τὸ σόν.
κλῃδοῦχον Ἥρας φασὶ δωμάτων ποτὲ
Ἰὼ γενέσθαι τῇδ᾽ ἐν Ἀργείᾳ χθονί.
ἦν ὡς μάλιστα, καὶ φάτις πολλὴ κρατεῖ.
μὴ καὶ λόγος τις Ζῆνα μιχθῆναι βροτῷ;
κοὐ κρυπτά γ᾽ Ἥρας ταῦτα τἀμπαλάγματα.
πῶς οὖν τελευτᾷ βασιλέων νείκη τάδε;
βοῦν τὴν γυναῖκ᾽ ἔθηκεν Ἀργεία θεός.
οὔκουν πελάζει Ζεὺς ἐπ᾽ εὐκραίρῳ βοΐ;
φασίν, πρέποντα βουθόρῳ ταύρῳ δέμας.
τί δῆτα πρὸς ταῦτ᾽ ἄλοχος ἰσχυρὰ Διός;
τὸν πάνθ᾽ ὁρῶντα φύλακ᾽ ἐπέστησεν βοΐ.
ποῖον πανόπτην οἰοβουκόλον λέγεις;
Ἄργον, τὸν Ἑρμῆς παῖδα γῆς κατέκτανεν.
τί οὖν ἔτευξεν ἄλλο δυσπότμῳ βοΐ;
βοηλάτην μύωπα κινητήριον.
οἶστρον καλοῦσιν αὐτὸν οἱ Νείλου πέλας.
τοιγάρ νιν ἐκ γῆς ἤλασεν μακρῷ δρόμῳ.
καὶ ταῦτ᾽ ἔλεξας πάντα συγκόλλως ἐμοί.
καὶ μὴν Κάνωβον κἀπὶ Μέμφιν ἵκετο.
καὶ Ζεύς γ᾽ ἐφάπτωρ χειρὶ φιτύει γόνον.
τίς οὖν ὁ Δῖος πόρτις εὔχεται βοός;
Ἔπαφος ἀληθῶς ῥυσίων ἐπώνυμος.
Λιβύη, μέγιστον γῆς <πέδον> καρπουμένη.
τίν᾽ οὖν ἔτ᾽ ἄλλον τῆσδε βλαστημὸν λέγεις;
Βῆλον δίπαιδα, πατέρα τοῦδ᾽ ἐμοῦ πατρός.
τὸ πάνσοφον νῦν ὄνομα τούτου μοι φράσον.
Δαναός, ἀδελφὸς δ᾽ ἐστὶ πεντηκοντάπαις.
καὶ τοῦδ᾽ ἄνοιγε τοὔνομ᾽ ἀφθόνῳ λόγῳ.
Αἴγυπτος. εἰδὼς δ᾽ ἁμὸν ἀρχαῖον γένος
πράσσοις ἄν, ὡς Ἀργεῖον ἀνστήσεις στόλον.
δοκεῖτε <δή> μοι τῆσδε κοινωνεῖν χθονὸς
τἀρχαῖον. ἀλλὰ πῶς πατρῷα δώματα
λιπεῖν ἔτλητε; τίς κατέσκηψεν τύχη;

---

Aeschylus, Ἱκέτιδες, ed. Arthur Sidgwick. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0085.tlg001.local001/.
