# Ἀγαμέμνων 10.1-2

Aeschylus, Ἀγαμέμνων, Choral 10, lines 10.1-10.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text/10.1

τίπτε μοι τόδ᾽ ἐμπέδως
δεῖμα προστατήριον
καρδίας τερασκόπου ποτᾶται,
μαντιπολεῖ δ᾽ ἀκέλευστος ἄμισθος ἀοιδά,
οὐδ᾽ ἀποπτύσαι δίκαν
δυσκρίτων ὀνειράτων
θάρσος εὐπειθὲς ἵζει
φρενὸς φίλον θρόνον; χρόνος δ᾽ ἐπὶ
πρυμνησίων ξυνεμβολαῖς
ψαμμίας ἀκάτας παρή-
βησεν, εὖθ᾽ ὑπ᾽ Ἴλιον
ὦρτο ναυβάτας στρατός.
πεύθομαι δ᾽ ἀπ᾽ ὀμμάτων
νόστον, αὐτόμαρτυς ὤν:
τὸν δ᾽ ἄνευ λύρας ὅμως ὑμνῳδεῖ
θρῆνον Ἐρινύος αὐτοδίδακτος ἔσωθεν
θυμός, οὐ τὸ πᾶν ἔχων
ἐλπίδος φίλον θράσος.
σπλάγχνα δ᾽ οὔτι ματᾴζει
πρὸς ἐνδίκοις φρεσὶν τελεσφόροις
δίναις κυκλούμενον κέαρ.
εὔχομαι δ᾽ ἐπ᾽ ἐμᾶς τοιαῦτ᾽
ἐλπίδος ψύθη πεσεῖν
ἐς τὸ μὴ τελεσφόρον.
μάλα γέ τοι τὸ μεγάλας ὑγιείας
ἀκόρεστον τέρμα. νόσος γάρ <ἀεὶ>
γείτων ὁμότοιχος ἐρείδει,
καὶ πότμος εὐθυπορῶν
ἀνδρὸς ἔπαισεν ἄφαντον ἕρμα.
καὶ τὸ μὲν πρὸ χρημάτων
κτησίων ὄκνος βαλὼν
σφενδόνας ἀπ᾽ εὐμέτρου,
οὐκ ἔδυ πρόπας δόμος
πημονᾶς γέμων ἄγαν,
οὐδ᾽ ἐπόντισε σκάφος.
πολλά τοι δόσις ἐκ Διὸς ἀμ-
φιλαφής τε καὶ ἐξ ἀλόκων ἐπετειᾶν
νῆστιν ὤλεσεν νόσον.

---

Aeschylus, Ἀγαμέμνων, ed. Arthur Sidgwick. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0085.tlg005.local001/.
