# Ἀγαμέμνων 14.1

Aeschylus, Ἀγαμέμνων, Choral 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text/14.1

τί κακόν, ὦ γύναι, χθονοτρεφὲς ἐδανὸν
ἢ ποτὸν πασαμένα ῥυτᾶς ἐξ ἁλὸς ὄρμενον
τόδ᾽ ἐπέθου θύος, δημοθρόους τ᾽ ἀράς;
ἀπέδικες ἀπέταμές <τ᾽:> ἀπόπολις δ᾽ ἔσει
μῖσος ὄβριμον ἀστοῖς.
νῦν μὲν δικάζεις ἐκ πόλεως φυγὴν ἐμοὶ
καὶ μῖσος ἀστῶν δημόθρους τ᾽ ἔχειν ἀράς,
οὐδὲν τότ᾽ ἀνδρὶ τῷδ᾽ ἐναντίον φέρων:
ὃς οὐ προτιμῶν, ὡσπερεὶ βοτοῦ μόρον,
μήλων φλεόντων εὐπόκοις νομεύμασιν,
ἔθυσεν αὑτοῦ παῖδα, φιλτάτην ἐμοὶ
ὠδῖν᾽, ἐπῳδὸν Θρῃκίων ἀημάτων.
οὐ τοῦτον ἐκ γῆς τῆσδε χρῆν σ᾽ ἀνδρηλατεῖν,
μιασμάτων ἄποιν᾽; ἐπήκοος δ᾽ ἐμῶν
ἔργων δικαστὴς τραχὺς εἶ. λέγω δέ σοι
τοιαῦτ᾽ ἀπειλεῖν, ὡς παρεσκευασμένης
ἐκ τῶν ὁμοίων χειρὶ νικήσαντ᾽ ἐμοῦ
ἄρχειν: ἐὰν δὲ τοὔμπαλιν κραίνῃ θεός,
γνώσει διδαχθεὶς ὀψὲ γοῦν τὸ σωφρονεῖν.

---

Aeschylus, Ἀγαμέμνων, ed. Arthur Sidgwick. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0085.tlg005.local001/.
