Ancient Greek
Choral 4
Aeschylus, Ἀγαμέμνων 4.6
Not analysed yet
βίᾳ χαλινῶν τ᾽ ἀναύδῳ μένει.
κρόκου βαφὰς δ᾽ ἐς πέδον χέουσα
ἔβαλλ᾽ ἕκαστον θυτή-
ρων ἀπ᾽ ὄμματος βέλει φιλοίκτῳ,
πρέπουσά θ᾽ ὡς ἐν γραφαῖς, προσεννέπειν
θέλουσ᾽, ἐπεὶ πολλάκις
πατρὸς κατ᾽ ἀνδρῶνας εὐτραπέζους
ἔμελψεν, ἁγνᾷ δ᾽ ἀταύρωτος αὐδᾷ πατρὸς
φίλου τριτόσπονδον εὔποτμον
παιᾶνα φίλως ἐτίμα.
τὰ δ᾽ ἔνθεν οὔτ᾽ εἶδον οὔτ᾽ ἐννέπω:
τέχναι δὲ Κάλχαντος οὐκ ἄκραντοι.
Δίκα δὲ τοῖς μὲν παθοῦ-
σιν μαθεῖν ἐπιρρέπει: τὸ μέλλον <δ᾽>
ἐπεὶ γένοιτ᾽ ἂν κλύοις: πρὸ χαιρέτω:
ἴσον δὲ τῷ προστένειν.
τορὸν γὰρ ἥξει σύνορθρον αὐγαῖς.
πέλοιτο δ᾽ οὖν τἀπὶ τούτοισιν εὖ πρᾶξις, ὡς
θέλει τόδ᾽ ἄγχιστον Ἀπίας
γαίας μονόφρουρον ἕρκος.