Ancient Greek
Choral 6
Aeschylus, Ἀγαμέμνων 6.1
Not analysed yet
Διὸς πλαγὰν ἔχουσιν εἰπεῖν,
πάρεστιν τοῦτό γ᾽ ἐξιχνεῦσαι.
ἔπραξαν ὡς ἔκρανεν. οὐκ ἔφα τις
θεοὺς βροτῶν ἀξιοῦσθαι μέλειν
ὅσοις ἀθίκτων χάρις
πατοῖθ᾽: ὁ δ᾽ οὐκ εὐσεβής.
πέφανται δ᾽ ἐκτίνου-
σα τόλμα τῶν Ἄρη
πνεόντων μεῖζον ἢ δικαίως,
φλεόντων δωμάτων ὑπέρφευ
ὑπὲρ τὸ βέλτιστον. ἔστω δ᾽ ἀπή-
μαντον, ὥστ᾽ ἀπαρκεῖν
εὖ πραπίδων λαχόντα.
οὐ γὰρ ἔστιν ἔπαλξις
πλούτου πρὸς κόρον ἀνδρὶ
λακτίσαντι μέγαν Δίκας
βωμὸν εἰς ἀφάνειαν.