Ancient Greek
Choral 6
Aeschylus, Ἀγαμέμνων 6.3-2
Not analysed yet
βαρεῖα δ᾽ ἀστῶν φάτις ξὺν κότῳ:
δημοκράντου δ᾽ ἀρᾶς τίνει χρέος.
μένει δ᾽ ἀκοῦσαί τί μου
μέριμνα νυκτηρεφές.
τῶν πολυκτόνων γὰρ οὐκ
ἄσκοποι θεοί. κελαι-
ναὶ δ᾽ Ἐρινύες χρόνῳ
τυχηρὸν ὄντ᾽ ἄνευ δίκας
παλιντυχεῖ τριβᾷ βίου
τιθεῖσ᾽ ἀμαυρόν, ἐν δ᾽ ἀί-
στοις τελέθοντος οὔτις ἀλ-
κά: τὸ δ᾽ ὑπερκόπως κλύειν
εὖ βαρύ: βάλλεται γὰρ ὄσ-
σοις Διόθεν κεραυνός.
κρίνω δ᾽ ἄφθονον ὄλβον:
μήτ᾽ εἴην πτολιπόρθης
μήτ᾽ οὖν αὐτὸς ἁλοὺς ὑπ᾽ ἄλ-
λων βίον κατίδοιμι.