# Ἀγαμέμνων 7.537-582

Aeschylus, Ἀγαμέμνων, Episode 7, lines 7.537-7.582. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text/7.537

διπλᾶ δ᾽ ἔτισαν Πριαμίδαι θἀμάρτια.
κῆρυξ Ἀχαιῶν χαῖρε τῶν ἀπὸ στρατοῦ.
χαίρω <γε>: τεθνάναι δ᾽ οὐκέτ᾽ ἀντερῶ θεοῖς.
ἔρως πατρῴας τῆσδε γῆς σ᾽ ἐγύμνασεν.
ὥστ᾽ ἐνδακρύειν γ᾽ ὄμμασιν χαρᾶς ὕπο.
τερπνῆς ἄρ᾽ ἦτε τῆσδ᾽ ἐπήβολοι νόσου.
πῶς δή; διδαχθεὶς τοῦδε δεσπόσω λόγου.
τῶν ἀντερώντων ἱμέρῳ πεπληγμένοι.
ποθεῖν ποθοῦντα τήνδε γῆν στρατὸν λέγεις.
ὡς πόλλ᾽ ἀμαυρᾶς ἐκ φρενός <μ᾽> ἀναστένειν.
πόθεν τὸ δύσφρον τοῦτ᾽ ἐπῆν στύγος φρενῶν;
πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω.
καὶ πῶς; ἀπόντων κοιράνων ἔτρεις τινάς;
ὡς νῦν τὸ σὸν δή, καὶ θανεῖν πολλὴ χάρις.
εὖ γὰρ πέπρακται. ταῦτα δ᾽ ἐν πολλῷ χρόνῳ
τὰ μέν τις ἂν λέξειεν εὐπετῶς ἔχειν,
τὰ δ᾽ αὖτε κἀπίμομφα. τίς δὲ πλὴν θεῶν
ἅπαντ᾽ ἀπήμων τὸν δι᾽ αἰῶνος χρόνον;
μόχθους γὰρ εἰ λέγοιμι καὶ δυσαυλίας,
σπαρνὰς παρήξεις καὶ κακοστρώτους, τί δ᾽ οὐ
στένοντες, †οὐ λαχόντεσ† ἤματος μέρος;
τὰ δ᾽ αὖτε χέρσῳ καὶ προσῆν πλέον στύγος:
εὐναὶ γὰρ ἦσαν δαΐων πρὸς τείχεσιν.
ἐξ οὐρανοῦ δὲ κἀπὸ γῆς λειμώνιαι
δρόσοι κατεψάκαζον, †ἔμπεδον σίνος
ἐσθημάτων τιθέντες ἔνθηρον τρίχα.
χειμῶνα δ᾽ εἰ λέγοι τις οἰωνοκτόνον,
οἷον παρεῖχ᾽ ἄφερτον Ἰδαία χιών,
ἢ θάλπος, εὖτε πόντος ἐν μεσημβριναῖς
κοίταις ἀκύμων νηνέμοις εὕδοι πεσών—
τί ταῦτα πενθεῖν δεῖ; παροίχεται πόνος:
παροίχεται δέ, τοῖσι μὲν τεθνηκόσιν
τὸ μήποτ᾽ αὖθις μηδ᾽ ἀναστῆναι μέλειν.
τί τοὺς ἀναλωθέντας ἐν ψήφῳ λέγειν,
τὸν ζῶντα δ᾽ ἀλγεῖν χρὴ τύχης παλιγκότου;
καὶ πολλὰ χαίρειν ξυμφορὰς καταξιῶ.
ἡμῖν δὲ τοῖς λοιποῖσιν Ἀργείων στρατοῦ
νικᾷ τὸ κέρδος, πῆμα δ᾽ οὐκ ἀντιρρέπει:
ὡς κομπάσαι τῷδ᾽ εἰκὸς ἡλίου φάει
ὑπὲρ θαλάσσης καὶ χθονὸς ποτωμένοις:
“Τροίαν ἑλόντες δήποτ᾽ Ἀργείων στόλος
θεοῖς λάφυρα ταῦτα τοῖς καθ᾽ Ἑλλάδα
δόμων ἐπασσάλευσαν ἀρχαῖων γάνος.”
τοιαῦτα χρὴ κλύοντας εὐλογεῖν πόλιν
καὶ τοὺς στρατηγούς: καὶ χάρις τιμήσεται
Διὸς τόδ᾽ ἐκπράξασα. πάντ᾽ ἔχεις λόγον.

---

Aeschylus, Ἀγαμέμνων, ed. Arthur Sidgwick. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0085.tlg005.local001/.
