# Ἀγαμέμνων 9.1.895-940

Aeschylus, Ἀγαμέμνων, Episode 9, lines 9.1.895-9.1.940. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text/9.1.895

νῦν ταῦτα πάντα τλᾶσ᾽ ἀπενθήτῳ φρενὶ
λέγοιμ᾽ ἂν ἄνδρα τόνδε τῶν σταθμῶν κύνα,
σωτῆρα ναὸς πρότονον, ὑψηλῆς στέγης
στῦλον ποδήρη, μονογενὲς τέκνον πατρί,
καὶ γῆν φανεῖσαν ναυτίλοις παρ᾽ ἐλπίδα,
κάλλιστον ἦμαρ εἰσιδεῖν ἐκ χείματος,
ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος.
τερπνὸν δὲ τἀναγκαῖον ἐκφυγεῖν ἅπαν.
τοιοῖσδέ τοί νιν ἀξιῶ προσφθέγμασιν.
φθόνος δ᾽ ἀπέστω: πολλὰ γὰρ τὰ πρὶν κακὰ
ἠνειχόμεσθα. νῦν δέ μοι, φίλον κάρα,
ἔκβαιν᾽ ἀπήνης τῆσδε, μὴ χαμαὶ τιθεὶς
τὸν σὸν πόδ᾽, ὦναξ, Ἰλίου πορθήτορα.
δμῳαί, τί μέλλεθ᾽, αἷς ἐπέσταλται τέλος
πέδον κελεύθου στρωννύναι πετάσμασιν;
εὐθὺς γενέσθω πορφυρόστρωτος πόρος
ἐς δῶμ᾽ ἄελπτον ὡς ἂν ἡγῆται δίκη.
τὰ δ᾽ ἄλλα φροντὶς οὐχ ὕπνῳ νικωμένη
θήσει δικαίως σὺν θεοῖς εἱμαρμένα.
Λήδας γένεθλον, δωμάτων ἐμῶν φύλαξ,
ἀπουσίᾳ μὲν εἶπας εἰκότως ἐμῇ:
μακρὰν γὰρ ἐξέτεινας: ἀλλ᾽ ἐναισίμως
αἰνεῖν, παρ᾽ ἄλλων χρὴ τόδ᾽ ἔρχεσθαι γέρας:
καὶ τἄλλα μὴ γυναικὸς ἐν τρόποις ἐμὲ
ἅβρυνε, μηδὲ βαρβάρου φωτὸς δίκην
χαμαιπετὲς βόαμα προσχάνῃς ἐμοί,
μηδ᾽ εἵμασι στρώσασ᾽ ἐπίφθονον πόρον
τίθει: θεούς τοι τοῖσδε τιμαλφεῖν χρεών:
ἐν ποικίλοις δὲ θνητὸν ὄντα κάλλεσιν
βαίνειν ἐμοὶ μὲν οὐδαμῶς ἄνευ φόβου.
λέγω κατ᾽ ἄνδρα, μὴ θεόν, σέβειν ἐμέ.
χωρὶς ποδοψήστρων τε καὶ τῶν ποικίλων
κληδὼν ἀυτεῖ: καὶ τὸ μὴ κακῶς φρονεῖν
θεοῦ μέγιστον δῶρον. ὀλβίσαι δὲ χρὴ
βίον τελευτήσαντ᾽ ἐν εὐεστοῖ φίλῃ.
εἰ πάντα δ᾽ ὣς πράσσοιμ᾽ ἄν, εὐθαρσὴς ἐγώ.
καὶ μὴν τόδ᾽ εἰπὲ μὴ παρὰ γνώμην ἐμοί.
γνώμην μὲν ἴσθι μὴ διαφθεροῦντ᾽ ἐμέ.
ηὔξω θεοῖς δείσας ἂν ὧδ᾽ ἔρδειν τάδε;
εἴπερ τις, εἰδώς γ᾽ εὖ τόδ᾽ ἐξεῖπον τέλος.
τί δ᾽ ἂν δοκεῖ σοι Πρίαμος, εἰ τάδ᾽ ἤνυσεν;
ἐν ποικίλοις ἂν κάρτα μοι βῆναι δοκεῖ.
μή νυν τὸν ἀνθρώπειον αἰδεσθῇς ψόγον.
φήμη γε μέντοι δημόθρους μέγα σθένει.
ὁ δ᾽ ἀφθόνητός γ᾽ οὐκ ἐπίζηλος πέλει.
οὔτοι γυναικός ἐστιν ἱμείρειν μάχης.

---

Aeschylus, Ἀγαμέμνων, ed. Arthur Sidgwick. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0085.tlg005.local001/.
