Ancient Greek
Episode 9, lines 9.1.941-9.1.974
Aeschylus, Ἀγαμέμνων 9.1.941-974
Not analysed yet
τοῖς δ᾽ ὀλβίοις γε καὶ τὸ νικᾶσθαι πρέπει.
ἦ καὶ σὺ νίκην τήνδε δήριος τίεις;
πιθοῦ: κράτος μέντοι πάρες γ᾽ ἑκὼν ἐμοί.
ἀλλ᾽ εἰ δοκεῖ σοι ταῦθ᾽, ὑπαί τις ἀρβύλας
λύοι τάχος, πρόδουλον ἔμβασιν ποδός.
καὶ τοῖσδέ μ᾽ ἐμβαίνονθ᾽ ἁλουργέσιν θεῶν
μή τις πρόσωθεν ὄμματος βάλοι φθόνος.
πολλὴ γὰρ αἰδὼς δωματοφθορεῖν ποσὶν
φθείροντα πλοῦτον ἀργυρωνήτους θ᾽ ὑφάς.
τούτων μὲν οὕτω: τὴν ξένην δὲ πρευμενῶς
τήνδ᾽ ἐσκόμιζε: τὸν κρατοῦντα μαλθακῶς
θεὸς πρόσωθεν εὐμενῶς προσδέρκεται.
ἑκὼν γὰρ οὐδεὶς δουλίῳ χρῆται ζυγῷ.
αὕτη δὲ πολλῶν χρημάτων ἐξαίρετον
ἄνθος, στρατοῦ δώρημ᾽, ἐμοὶ ξυνέσπετο.
ἐπεὶ δ᾽ ἀκούειν σοῦ κατέστραμμαι τάδε,
εἶμ᾽ ἐς δόμων μέλαθρα πορφύρας πατῶν.
ἔστιν θάλασσα, τίς δέ νιν κατασβέσει;
τρέφουσα πολλῆς πορφύρας ἰσάργυρον
κηκῖδα παγκαίνιστον, εἱμάτων βαφάς.
οἶκος δ᾽ ὑπάρχει τῶνδε σὺν θεοῖς, ἄναξ,
ἔχειν: πένεσθαι δ᾽ οὐκ ἐπίσταται δόμος.
πολλῶν πατησμὸν δ᾽ εἱμάτων ἂν ηὐξάμην,
δόμοισι προυνεχθέντος ἐν χρηστηρίοις,
ψυχῆς κόμιστρα τῆσδε μηχανωμένῃ.
ῥίζης γὰρ οὔσης φυλλὰς ἵκετ᾽ ἐς δόμους,
σκιὰν ὑπερτείνασα σειρίου κυνός.
καὶ σοῦ μολόντος δωματῖτιν ἑστίαν,
θάλπος μὲν ἐν χειμῶνι σημαίνεις μολόν:
ὅταν δὲ τεύχῃ Ζεὺς ἀπ᾽ ὄμφακος πικρᾶς
οἶνον, τότ᾽ ἤδη ψῦχος ἐν δόμοις πέλει,
ἀνδρὸς τελείου δῶμ᾽ ἐπιστρωφωμένου.
Ζεῦ, Ζεῦ τέλειε, τὰς ἐμὰς εὐχὰς τέλει:
μέλοι δέ τοι σοὶ τῶνπερ ἂν μέλλῃς τελεῖν.