Ancient Greek · ~1 min
104. Γηπόνος, Ὄνος καὶ Βοῦς (F. 371. C. p. 270. ex B. 55.)
Aesopus Scr. Fab. et Aesopica, Fables 104. Γηπόνος, Ὄνος καὶ Βοῦς (F. 371. C. p. 270. ex B. 55.)
Not analysed yet
ὄνον τις ἔχων καὶ τῷ βοῒ συζεύξας ἠροτρία, πτωχῶς μὲν, ἀλλʼ ἀναγκαίως. Ἐπεὶ δὲ τὸ ἔργον ἐπληρώθη, καὶ λύειν ἔμελλεν αὐτοὺς, ἡ ὄνος διηρώτα τὸν βοῦν· ,,τίς ἄξει τῷ γηπόνῳ τὰ σκεύη; “Ὁ δὲ πρὸς αὐτὴν εἶπε· ,,πάντως ὅσπερ εἴωθεν. “