Ancient Greek · ~2 min
107. Γραῦς καὶ Ἰατρός. (S.57.)
Aesopus Scr. Fab. et Aesopica, Fables 107. Γραῦς καὶ Ἰατρός. (S.57.)
Not analysed yet
Γυνὴ πρεσβῦτις τοὺς ὀφθαλμούς νοσοῦσα ἰατρὸν ἐπὶ μισθῷ παρεκάλεσεν· ὁ δὲ εἰσιὼν, ὁπότε αὐτὴν ἔχριε, διετέλει ἐκείνης συμμυούσης καθʼ ἕν ἕκαστον τῶν σκευῶν ὑφαιρούμενος. Ἐπεὶ δὲ πάντα ἐκφορήσας κὰκείνην ἐθεράπευσεν, ἀπῄτει τὸν συνταχθέντα μισθόν. Μὴ βουλομένης δʼαὐτῆς ἐπιδοῦναι, ἤγαγεν αὐτὴν ἐπὶ τοὺς ἄρχοντας. Ἠ δʼ ἔλεγε, τὸν μὲν μισθὸν ὑπισχνεῖσθαι, ἐὰν θεραπεύσῃ αὐτῆς τὰς ὁράσεις· νῦν δὲ χεῖρον διατεθῆναιναι· ,,τότε μὲν γὰρ ἔβλεπον“ ἔφη ,,πάντα τὰ ἐπὶ τῆς οἰκίας μου σκεύη, νῦν δὲ οὐδὲν ἰδεῖν δύναμαι. “Οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθʼ ἑαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.