Ancient Greek · ~4 min
109. Γυνὴ καὶ Γεωργός. (C. 343. F. 412.)
Aesopus Scr. Fab. et Aesopica, Fables 109. Γυνὴ καὶ Γεωργός. (C. 343. F. 412.)
Not analysed yet
Γυνή τις, προσφάτως τὸν ἑαυτῆς ἄνδρα θάψασα, καθʼ ἡμέραν ἀπιοῦσα πρὸς τὸ μνημεῖον ἐθρήνει. Ἀροτριῶν δέ τις οὐ πόῤῥω τοῦ μνήματος εἰς ἐπιθυμίαν ἧκε τῆς γυναικὸς, καὶ καταλιπών τοὺς βόας ἦλθε καὶ αὐτὸς πρὸς τὸ μνῆμα, καὶ καθίσας συνεθρήνει τῇ γυναικί. Τῆς δὲ πυθομένης, τί δήποτε καὶ αὐτὸς οὕτως ὀδύρεται; ,,ὅτι κἀγὼ “φησὶν ,,εὐπρεπῆ γυναῖκα κατώρυξα, καὶ, ἐπειδὰν κλαύσω, τῆς λύπης κουφίζομαι. “Ἡ δὲ ,,κἀμοὶ τοῦτʼ αὐτὸ προσγίνεται. “Κἀκεῖνος· ,,εἰ τοίνυν τοῖς αὐτοῖς περιπεπτώκαμεν πάθεσι, τί δήποτε ἀλλήλοις μὴ σύνέσμεν; ἐγώ τε γὰρ φιλήσω σε ὡς ἐκείνην, κἀμὲ σὺ πάλιν ὡς τὸν σαυτῆς ἄνδρα. “Ταῦτα ἔπεισε τὴν γυναῖκα, καὶ δὴ συνῆλθον. Ἐν τούτῳ δὲ κλέπτης ἐλθών καὶ τοὺς βόας λύσας ἀπήλασεν. Ὁ δὲ ἐπανελθών καὶ τοὺς βόας μὴ εὑρηκὡς, κόπτεσθαί τε καὶ οἰμώζειν ἰσχυρῶς ἐνεστήσατο. Ἐλθοῦσα δὲ καὶ ἡ γυνὴ καὶ ὀλοφυρόμενον εὑροῦσα, φησί ,,πάλιν κλαίεις ; “κἀκεῖνος ,,νῦν· “εἶπεν ,,ἐπʼ ἀληθείας κλαίω. “