Ancient Greek
13. Αἰθίοψ (F.204. C.75.)
Aesopus Scr. Fab. et Aesopica, Fables 13. Αἰθίοψ (F.204. C.75.)
Not analysed yet
Αἰθίοπά τις ὠνήσατο, τοιοῦτον εἶναι τὸ χρῶμα δοκῶν ἀμελείᾳ τοῦ πρότερον ἔχοντος. Καὶ παραλαβὼν οἴκαδε, πάντα μὲν αὐτῷ προσῆγε τὰ ῥύμματα, πᾶσι δὲ λουτροῖς ἐπειρᾶτο φαιδρύνειν· καὶ τὸ μὲν χρῶμα μεταβαλεῖν οὐκ ἔσχε, νοσεῖν δὲ τῷ πονεῖν παρεσκεύασεν. Μένουσιν αἱ φύσεις, ὡς προῆλθον τὸ πρότερον.