Ancient Greek · ~1 min
130. Ἔλαφος καὶ Μήτηρ. (C.297. F.208.)
Aesopus Scr. Fab. et Aesopica, Fables 130. Ἔλαφος καὶ Μήτηρ. (C.297. F.208.)
Not analysed yet
Ἔλαφον ἡ μήτηρ ἐνουθέτει, ταῦτα λέγουσα· ,,κέρας, ὦ παῖ, παρὰ τῆς φύσεως εἴληφας, μεγέθει δὲ διενήνοχας σώματος, καὶ οὐκ οἶδ’ ὅ, τι παθών ἀποδιδράσκεις ἐπιόντας τοὺς κύνας. “Ταῦτα ἦν, καὶ κυνῶν δρόμος ἠκούετο πόῤῥωθεν. δὲ μένειν τῷ παιδὶ παραινέσασα αὐτὴ τῆς φυγῆς προκατήρξατο. Παραινεῖν ἕτοιμον, ἃ ποιεῖν ἀπορώτερον.