Ancient Greek · ~1 min
143. Εὐνοῦχος καὶ Θύτης. (B. 54.)
Aesopus Scr. Fab. et Aesopica, Fables 143. Εὐνοῦχος καὶ Θύτης. (B. 54.)
Not analysed yet
Εὐνοῦχος ἦλθε πρὸς θύτην ὑπὲρ παίδων σκεψόμενος. ὁ θύτης δʼ ἁγνὸν ἧπαρ ἁπλώσας ,,ὅταν μὲν“ εἶπε ,,τοῦτʼ ἴδω, πατὴρ γίγνῃ· ὅταν δὲ τὴν σὴν ὄψιν, οὐδʼ ἀνὴρ φαίνῃ. “Πρὸς τούς τὰς εὐχὰς ὑπὲρ τῶν οὐ δεόντων ποιουμένους ἢ καὶ ἄλλως μὴ δυναμένων γενέσθαι.