Ancient Greek · ~2 min
157. Ἡμίονος. (F.83. (C. 140 et p. 338. B.62.)
Aesopus Scr. Fab. et Aesopica, Fables 157. Ἡμίονος. (F.83. (C. 140 et p. 338. B.62.)
Not analysed yet
Ἡμίονός τις ἐκ κριθῆς παχυνθεῖσα, ἀνεσκίρτησε, καθʼ ἑαυτὴν βοῶσα· πατήρ μού ἐστιν ἵππος ὁ ταχυδρόμος, κἀγὼ δὲ αὐτῷ ὅλη ἀφωμοιώθην. Καὶ δὴ ἐν μιᾷ ἀνάγκης ἐπελθούσης, ἠναγκάζετο ἡ ἡμίονος τρέχειν· ὡς δὲ τοῦ δρόμου ἐπέπαυτο, σκυθρωπάζουσα πατρὸς τοῦ ὄνου εὐθὺς ἀνεμνήσθη. Ὁ μῦθος δηλοῖ, ὅτι δεῖ, κἂν ὁ χρόνος ἐνέγκῃ τινὰ εἰς δόξαν, τῆς ἑαυτοῦ ἀρχῆς μὴ ἐπιλαθέσθαι· ἀβέβαιος γάρ ἐστιν ὁ βίος οὗτος.