Ancient Greek · ~1 min
164. Θηρευτὴς καὶ Κύων. (C. 378. F. 338.)
Aesopus Scr. Fab. et Aesopica, Fables 164. Θηρευτὴς καὶ Κύων. (C. 378. F. 338.)
Not analysed yet
Ἀνὴρ θηρευτὴς παρερχόμενον κύνα ἰδών, διηνεκῶς αὐτῷ ψωμούς προσεπέῥριπτε. Λέγει οὖν πρὸς τὸν ἄνδρα ὁ κύων· ,,ἄνθρωπε, ἄπιθι ἐξ ἐμοῦ· ἡ γὰρ πολλή σου εὔνοια μᾶλλόν με τὰ μέγιστα θροεῖ. “Ὁ μῦθος δηλοῖ, ὡς οἱ πολλὰ δῶρά τισι παρεχόμενοι δῆλοί εἰσι τὴν ἀλήθειαν ἀνατρέποντες.