Ancient Greek · ~2 min
167. Θύννος καὶ Δελφίν. (S. 112. C. 30. F.85.)
Aesopus Scr. Fab. et Aesopica, Fables 167. Θύννος καὶ Δελφίν. (S. 112. C. 30. F.85.)
Not analysed yet
Θύννος, διωκόμενος ὑπὸ δελφῖνος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος, ἐπειδὴ καταλαμβάνεσθαι ἔμελλεν, ἔλαθεν ὑπὸ τῆς σφοδρᾶς ὁρμῆς ἐκκρουσθεὶς εἰς τινα ᾐόνα· ὑπὸ τῆς αὐτῆς δὲ φορᾶς ἐλαυνόμενος καὶ ὁ δελφὶν αὐτῷ συνεξώσθη. Καὶ ὁ θύννος, ὡς ἐθεάσατο ἐπιστραφεὶς αὐτὸν λειποψυχοῦντα, ἔφη· „ἀλλʼ ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος· ὁρῶ γὰρ καὶ τὸν αἴτιόν μου τοῦ θανάτου γενόμενον συναποθνήσκοντα. “Ὁ λόγος δηλοῖ, ὅτι ῥᾷον φέρουσι τὰς συμφορὰς οἱ ἄνθρωποι, ὅταν ἴδωσι καὶ τοὺς αἰτίους τούτων συναποθνήσκοντας.