Ancient Greek · ~1 min
174. Ἵππος γέρων. (C.193. B.29.)
Aesopus Scr. Fab. et Aesopica, Fables 174. Ἵππος γέρων. (C.193. B.29.)
Not analysed yet
Γέρων ἵππος ἐπράθη πρὸς τὸ ἀλήθειν. Ζευχθεὶς δὲ ἐν τῷ μυλῶνι, στενάζων εἶπεν· „ἐξ οἵων δρόμων εἰς οἵους καμπτῆρας ἦλθον. “Ὅτι μὴ λίαν ἐπαιρέσθω τις πρὸς τὸ τῆς ἀκμῆς ἢ τῆς δόξης δυνατόν· πολλοῖς γὰρ τὸ γῆρας ἐν κόποις ἀνηλώθη.