Ancient Greek · ~3 min
175. Ἵππος καὶ Ἔλαφος. (C. 313. F. 383. ex Aristot. Rhe:. lI, c. 20.)
Aesopus Scr. Fab. et Aesopica, Fables 175. Ἵππος καὶ Ἔλαφος. (C. 313. F. 383. ex Aristot. Rhe:. lI, c. 20.)
Not analysed yet
Στησίχορος, ἑλομένων στρατηγὸν αὐτοκράτορα τῶν Ἱμεραίων Φάλαριν, καὶ μελλόντων φυλακὴν διδόναι τοῦ σώματος, τἆλλα διαλεχθεὶς εἶπεν αὐτοῖς λόγον· ὡς ἵππος κατεῖχε λειμῶνα μόνος· ἐλθόντος δʼ ἐλάφου καὶ διαφθείροντος τὴν νομὴν, βουλόμενος τιμωρήσασθαι τὸν ἔλαφον, ἠρώτα ἄνθρωπον, εἰ δύναιτʼ ἂν μετʼ αὐτοῦ κολάσαι τὸν ἔλαφον. Ὁ δʼ ἔφησεν· „ἐὰν λάβῃ χαλινὸν, καὶ αὐτὸς ἀναβῇ ἐπʼ αὐτὸν ἔχων ἀκόντια. “Συνομολογήσαντος δὲ καὶ ἀναβάντος, ἀντὶ τοῦ τιμωρήσασθαι αὐτὸς ἐδούλευσεν τῷ ἀνθρώπῳ. „Οὕτω δὲ καὶ ὑμεῖς “ἔφη „ὁρᾶτε, μὴ βουλόμενοι τοὺς πολεμίους τιμωρήσασθαι, ταὐτὸ πάθητε τῷ ἵππῳ· τὸν μὲν γὰρ χαλινὸν ἔχετε ἤδη, ἑλόμενοι στρατηγὸν αὐτοκράτορα· ἐὰν δὲ φυλακὴν δῶτε, καὶ ἀναβῆναι ἐάσητε, δουλεύσετε [ἤδη] Φαλάριδι. “