Ancient Greek · ~2 min
177. Ἵππος καὶ Ὄνος. (C. 125. F.24. B.7.)
Aesopus Scr. Fab. et Aesopica, Fables 177. Ἵππος καὶ Ὄνος. (C. 125. F.24. B.7.)
Not analysed yet
Ἄνθρωπός τις εἶχεν ἵππον καὶ ὄνον. Ὁδευόντων δὲ, ἐν τῇ ὁδῷ εἶπεν ὁ ὄνος τῷ ἵππῳ· „ἆρον ἐκτοῦ ἐμοῦ βάρους, εἰ θέλεις εἶναί με σῶν· “Ὁ δὲ οὐκ ἐπείσθη· ὁ δὲ ὄνος, πεσὼν ἐκ τοῦ κόπου, ἐτελεύτησε. Τοῦ δὲ δεσπότου πάντα ἐπιθέντος αὐτῷ, καὶ αὐτὴν τὴν τοῦ ὄνου δορὰν, θρηνῶν ὁ ἵππος ἐβόα· „οἴμοι τῷ παναθλίῳ, τί μοι συνέβη τῷ ταλαιπώρῳ; μὴ θελήσας γὰρ μικρὸν βάρος λαβεῖν, ἰδοὺ ἅπαντα βαστάζω, καὶ τὸ δέρμα. “Ὁ μῦθος δηλοῖ, ὅτι τοῖς μικροῖς οἱ μεγάλοι συγκοινωνοῦντες ἀμφότεροι σωθήσονται ἐν βίῳ.