Ancient Greek · ~2 min
184. Κάμηλος καὶ Ζεύς. (S. 116. C.197. F.152. 281.)
Aesopus Scr. Fab. et Aesopica, Fables 184. Κάμηλος καὶ Ζεύς. (S. 116. C.197. F.152. 281.)
Not analysed yet
Κάμηλος, θεασαμένη ταῦρον ἐπὶ τοῖς κέρασιν ἀγαλλόμενον, φθονήσασα αὐτῷ ἠβουλήθη καὶ αὐτὴ τῶν ἴσων ἐφικέσθαι. Διὸ καὶ παραγενομένη πρὸς τὸν Δία τούτου ἐδέετο, ὅπως αὐτῇκέρατα προσνείμῃ· καὶ ὁ Ζεὺς ἀγανακτήσας κατʼ αὐτῆς, εἴγε μὴ ἀρκοῖτο τῷ μεγέθει τοῦ σώματος καὶ τῇ ἰσχύι, ἀλλὰ καὶ περισσοτέρων ἐπιθυμοῖ, οὐ μόνον αὐτῇ κέρατα οὐ προσέθηκεν, ἀλλὰ καὶ μέρος τι τῶν ὤτων ἀφείλετο. Οὕτω πολλοὶ διὰ πλεονεξίαν τοῖς ἄλλοις ἐποφθαλμίζοντες λανθάνουσι καὶ τῶν ἰδίων στερούμενοι.