Ancient Greek · ~1 min
189. Κάστωρ. (C. 33. F .226. S. 117.)
Aesopus Scr. Fab. et Aesopica, Fables 189. Κάστωρ. (C. 33. F .226. S. 117.)
Not analysed yet
Ὁ κάστωρ ζῶόν ἐστι τετράπουν, ἐν λίμναις τὰ πολλὰ διαιτώμενον, οὗ τὰ αἰδοῖά φασιν ἰατροῖς χρήσιμα εἶναι. Οὗτος οὖν, ἐπειδὰν ὑπʼ ἀνθρώπων διωκόμενος καταλαμβάνηται, γινώσκων, οὐ χάριν διώκεται, ἀποτεμὼν τὰ ἑαυτοῦ αἰδοῖα ῥίπτει πρὸς τοὺς διώκοντας, καὶ οὕτω σωτηρίας τυγχάνει. Ὁ μῦθος δηλοῖ, ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ φρόνιμοι ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας οὐδένα λόγον τῶν χρημάτων ποιοῦνται.