Ancient Greek · ~1 min
197. Κοιλία καὶ Πόδες. (S. 129. C. 202. F. 286.)
Aesopus Scr. Fab. et Aesopica, Fables 197. Κοιλία καὶ Πόδες. (S. 129. C. 202. F. 286.)
Not analysed yet
Κοιλία καὶ πόδες περὶ δυνάμεως ἤριζον. Παρʼ ἕκαστα δὲ τῶν ποδῶν λεγόντων, ὅτι προέχουσι τῇ ἰσχύϊ τοσοῦτον, ὥστε καὶ αὐτὴν τὴν γαστέρα βαστάζειν, ἐκείνη ἀπεκρίνατο· „ὦ οὗτοι, ἐὰν μὴ ἐγὼ τροφὴν προσλάβωμαι, οὐδʼ ὑμεῖς βαστάζειν δυνήσεσθε. “Οὕτω καὶ ἐπὶ τῶν στρατευμάτων ἀδύνατοί εἰσιν οἱ στρατιῶται, ἄν μὴ οἱ στρατηγοὶ ἄριστα φρονῶσι.