Ancient Greek · ~2 min
2. Ἀγαλματοπώλης. (F. 128. C. 148 et p. 345. S.99.)
Aesopus Scr. Fab. et Aesopica, Fables 2. Ἀγαλματοπώλης. (F. 128. C. 148 et p. 345. S.99.)
Not analysed yet
Ξύλινόν τις Ἑρμῆν κατασκευάσας, προσενεγκὼν ἐπώλει. Μηδενὸς δὲ ὠνητοῦ προσιόντος, ἐκκαλέσασθαί τινας βουλόμενος ἐβόα, ὡς ἀγαθοποιὸν δαίμονα καὶ κέρδους τηρητικὸν πιπράσκει. Τῶν δὲ παρατυχόντων τινὸς εἰπόντος πρὸς αὐτόν· ,,ὦ οὗτος, καὶ τί τοῦτον ὄντα τοιοῦτον πωλεῖς, δέον τῶν παρʼ αὐτοῦ ὠφελειῶν ἀπολαύειν ; "ἀπεκρίνατο· ,,ὅτι ἐγὼ μὲν ταχείας ὠφελείας τινὸς ἐπιδέομαι, αὐτὸς δὲ βραδέως εἴωθε τὰ κέρδη περιποιεῖν." Πρὸς ἄνδρα αἰσχροκερδῆ καὶ τὸ θεῖον περιφρονοῦντα.