Ancient Greek · ~2 min
201. Κολοιος καὶ Κόρακες. (S. 122. C. 101. F. 285.)
Aesopus Scr. Fab. et Aesopica, Fables 201. Κολοιος καὶ Κόρακες. (S. 122. C. 101. F. 285.)
Not analysed yet
Κολοιὸς, τῷ μεγέθει τῶν ἄλλων κολοιῶν διαφέρων, ὑπερφρονήσας τοὺς ὁμοφύλους παρεγένετο πρὸς τοὺς κόρακας, καὶ τούτοις ἠξίου συνδιαιτᾶσθαι. Οἱ δὲ ἀγνοοῦντες αὐτοῦ τό τε εἶδος καὶ τὴν φωνὴν παίοντες αὐτὸν ἐξέβαλον. Καὶ ὅς ἀπελαθεὶς ὑπʼ αὐτῶν ἧκε πάλιν εἰς τοὺς κολοιούς· οἱ δὲ ἀγανακτοῦντες ἐπὶ τῇ ὕβρει οὐ προσεδέξαντο αὐτόν· οὕτω τε συνέβη αὐτῷ τῆς μετʼ ἀμφοτέρων διαίτης στερηθῆναι. Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τὰς πατρίδας ἀπολιμπάνοντες καὶ τὴν ἀλλοδαπὴν προκρίνοντες οὔτε ἐν ἐκείνοις εὐδοκιμοῦσι, καὶ ὑπὸ τῶν ἰδίων πολιτῶν ἀποστρέφονται.