Ancient Greek · ~2 min
202. Κολοιὸς φυγάς. (S. 130. C. 102. F. 254.)
Aesopus Scr. Fab. et Aesopica, Fables 202. Κολοιὸς φυγάς. (S. 130. C. 102. F. 254.)
Not analysed yet
Κολοιόν τις συλλαβὼν καὶ δήσας τον αὐτοῦ πόδα λίνῳ, τοῖς αὑτοῦ παισὶν ἔδωκεν. Ὁ δὲ οὐχ ὑπομείνας τὴν μετʼ ἀνθρώπων δίαιταν, ὡς πρὸς ὀλίγον ἀδείας ἔτυχε, φυγὼν ἧκεν εἰς τὴν ἑαυτοῦ καλιάν. Περιειληθέντος δὲ τοῦ δεσμοῦ τοῖς κλάδοις, ἀναπτῆναι μὴ δυνάμενος, ἐπειδὴ ἀποθνήσκειν ἔμελλεν, ἔφη πρὸς ἑαυτόν· „ἀλλʼ ἔγωγε δείλαιος, ὅστις τὴν μετὰ τῶν ἀνθρώπων δουλείαν μὴ ὑπομείνας ἔλαθον ἐμαυτὸν καὶ σωτηρίας στερήσας. “Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν ἐπʼ ἐκείνους τῶν ἀνθρώπων, οἵτινες μετρίων ἑαυτούς κινδύνων ῥύσασθαι βουλόμενοι ἔλαθον εἰς μείζονα δεινὰ πεσόντες.