Ancient Greek · ~2 min
203b. Ἄλλως. Πέταθλος κομπαστής. (S. 33.)
Aesopus Scr. Fab. et Aesopica, Fables 203b. Ἄλλως. Πέταθλος κομπαστής. (S. 33.)
Not analysed yet
Ἀνὴρ πένταθλος ἐπʼ ἀνανδρίᾳ ἑκάστοτε ὑπὸ τῶν πολιτῶν ὀνειδιζόμενος, ἀποδημήσας ποτὲ καὶ μετὰ χρό- νον ἐπανελθὼν, ἀλαζονευόμενος ἔλεγεν, ὡς πολλὰ μὲν) καὶ ἐν ἄλλαις πόλεσιν ἀνδραγαθήσας ἐν τῇ Ῥόδῳ τοιοῦτον ἥλατο πήδημα, ὡς μηδένα τῶν Ὀλυμπιονικῶν ἐφικέσθαι· καὶ τούτου μάρτυρας ἔφη παρέξεσθαι τοὺς παρατετυχηκότας ἄνδρας, ἄν ἄρα ποτὲ ἐπιδημήσωσι. Τῶν δὲ παρόντων τις ὑποτυχὼν ἔφη πρὸς αὐτόν· ,,ἀλλʼ ὦ φίλε, εἰ τοῦτο ἀληθές ἐστιν, οὐδὲν δεῖ σοι μαρτύ- ρων· αὕτη γὰρ Ῥόδος καὶ πήδημα. Ὁ λόγος δηλοῖ, ὅτι, ὧν πρόχειρος ἡ διʼ ἔργων πεῖρα, περὶ τούτων πᾶς λόγος περιττός ἐστι.