Ancient Greek · ~2 min
205. Κόραξ καὶ Ἑρμῆς. (C. 205. F. 287.)
Aesopus Scr. Fab. et Aesopica, Fables 205. Κόραξ καὶ Ἑρμῆς. (C. 205. F. 287.)
Not analysed yet
Κόραξ ὑπὸ παγίδος κρατηθεὶς, ηὔξατο τῷ Ἀπόλλωνι, λιβανωτὸν ἐπιθύσειν ὑπισχνῶν. Σωθεὶς δʼ ἐκ τοῦ κινδύνου, τῆς ὑποσχέσεως ἐπελάθετο. Πάλιν δὲ ὑφʼ ἑτέρας κρατηθεὶς παγίδος, ἀφεὶς τὸν Ἀπόλλωνα, τῷ Ἑρμῇ ὑπέσχετο θῦσαι. Ὁ δὲ πρὸς αὐτὸν ἔφη· „ὦ κάκιστε, πῶς σοι πιστεύσω, ὃς τὸν πρότερον δεσπότην ἤρνησας καὶ ἠδίκησας; “Ὅτι οἱ πρὸς τοὺς εὐεργετοῦντας ἀγνώμονες γενόμενοι, ἐν περιστάσει ἐμπεσόντες, οὐχ ἕξουσι βοήθειαν.