Ancient Greek · ~2 min
207b. Ἄλλως. Ἰκτῖνος καὶ Ὄφις. (F. 352. C. 404.)
Aesopus Scr. Fab. et Aesopica, Fables 207b. Ἄλλως. Ἰκτῖνος καὶ Ὄφις. (F. 352. C. 404.)
Not analysed yet
Ἰκτῖνος ὄφιν ἄνω πετάσας φέρει. Ὁ δὲ ἐπιστρα- φεὶς, καὶ δακὼν τοῦτον [αὖθις] εὐθὺς ἔκτεινεν. Ὁ δʼ ὄφις ἀνεβόα· „ἵνα τί ἄρα οὕτως αὐτὸς ἐμάνης, ὥστε τοὺς μηδὲν ὅλως ἠδικηκότας βλάπτειν ἐβούλου καὶ θάνατον προσάγειν ; ὅμως πέπονθας ὅ ἐβούλου μοι πρᾶξαι. “Ὅτι πλεονεξίᾳ τις προσέχων καὶ τοὺς ἀσθενεῖς ἀδικῶν, ἰσχυροτέροις ἐμπεσών ποτε, καὶ μὴ ἐλπίζων, ἐκτίσει ἃ πρότερον πεποίηκε κακά.