Ancient Greek · ~1 min
229. Κύων καὶ Λαγωός. (C. 354. p.229. B. 87.)
Aesopus Scr. Fab. et Aesopica, Fables 229. Κύων καὶ Λαγωός. (C. 354. p.229. B. 87.)
Not analysed yet
Κύων λαγωὸν διώξας ἐκράτησε· καὶ ποτὲ μὲν ἔδακνε, ποτὲ δὲ σαίνων προσέχαιρε καὶ ἐφίλει. Καὶ ὁ λαγωὸς εἶπεν· „εἰ μὲν φίλος εἶ, τί δάκνεις; εἰ δὲ ἐχθρὸς, τί σαίνεις οὐράν; “