Ancient Greek · ~2 min
237. Λαγωοὶ καὶ Βάτραχοι. (S. 137. F. 89. C.57 et p.310. B.25.)
Aesopus Scr. Fab. et Aesopica, Fables 237. Λαγωοὶ καὶ Βάτραχοι. (S. 137. F. 89. C.57 et p.310. B.25.)
Not analysed yet
Λαγωοὶ καταγνόντες ἑαυτῶν δειλίαν ἔγνωσαν δεῖν ἑαυτοὺς κατακρημνίσαι. Παραγενομένων δὲ αὐτῶν ἐπί τινα κρημνὸν, ᾧ λίμνη ἐπέκειτο, ἐνταῦθα βάτραχοι ἀκούσαντες τῆς ποδοψοφίας ἑαυτοὺς εἰς τὰ βάθη τῆς λίμνης ἐδίδοσαν. Εἷς δέ τις τῶν λαγωῶν θεασάμενος αὐτοὺς ἔφη πρὸς τοὺς ἑτέρους· „ἀλλὰ μηκέτι ἑαυτοὺς κατακρημνίσωμεν· ἰδοὺ γὰρ εὕρηνται καὶ ἡμῶν δειλότερα ζῶα. “Οὕτω καὶ τοῖς ἀνθρώποις αἰ τῶν ἄλλων δυστυχίαι τῶν ἰδίων δυστυχημάτων παραμύθιον γίνονται.