Ancient Greek · ~1 min
238. Λαγωὸς καὶ Κύων. (B. 69.)
Aesopus Scr. Fab. et Aesopica, Fables 238. Λαγωὸς καὶ Κύων. (B. 69.)
Not analysed yet
Θάμνου λαγωὸν λασιόπουν ἀναστήσας κύων ἐδίωκεν οὐκ ἄπειρος ἀγρεύειν, δρόμῳ δʼ ἐλείφθη. καί τις αἰπὄλος σκώπτων „ὁ πηλίκος σου“ φησὶν „εὑρέθη θάσσων. “ὁ δʼ εἶπεν· „ἄλλως ἄλλον ἁρπάσαι σπεύδων τρέχει τις, ἄλλως δʼ αὑτὸν ἐκ κακοῦ σώζων. “