Ancient Greek · ~1 min
24. Ἁλιεῖς. (C. 17 et p.289. F. 35. S. 21.)
Aesopus Scr. Fab. et Aesopica, Fables 24. Ἁλιεῖς. (C. 17 et p.289. F. 35. S. 21.)
Not analysed yet
Ἁλιεῖς, ἐξελθόντες ἐπʼ ἄγραν, ἐπειδὴ πολὺν χρόνον ταλαιπωρήσαντες οὐδὲν εἷλον, σφόδρα τε ἠθύμουν καὶ ἀναχωρῆσαι παρεσκευάζοντο. Εὐθὺς δὲ θύννος, ὑπό του τῶν μεγίστων διωκόμενος ἰχθύων, εἰς τὸ πλοῖον αὐτῶν εἰσήλατο. Οἱ δὲ τοῦτον λαβόντες μεθʼ ἡδονῆς ἀνεχώρησαν. Ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις, ἃ μὴ τέχνη παρέσχε, ταῦτα τύχη ἐδωρήσατο.