Ancient Greek · ~1 min
240b. Αλλως. Λέαινα. (F. 189. C. p.372.)
Aesopus Scr. Fab. et Aesopica, Fables 240b. Αλλως. Λέαινα. (F. 189. C. p.372.)
Not analysed yet
Στάσις ἦλθε πᾶσι τοῖς τετραπόδοις, καύχημα κατέχουσα εἰς παίδων πλήθη. Καὶ δὴ ἔφασκον τῇ λεαίνῃ βοῶντες· „εἰπὲ καὶ σὺ τὸ, πόσους παῖδας τίκτεις ; “Ἡ δὲ γελῶσα πρὸς αὐτοὺς ταῦτα λέγει· „σκύμνον μὲν ἕνα, ἀλλὰ γενναῖον πάνυ. “Ὁ μῦθος δηλοῖ, ὅτι κρείσσων εἷς ῥώμῃ σώματος καὶ ἀνδρείᾳ καὶ φρονήσει, ἢ πολλοὶ δειλοὶ καὶ ἄφρονες.