Ancient Greek · ~2 min
260. Λέων, Ὄνος καὶ Ἀλώπηξ. (C. 38 et p.298. S.147. F.109.)
Aesopus Scr. Fab. et Aesopica, Fables 260. Λέων, Ὄνος καὶ Ἀλώπηξ. (C. 38 et p.298. S.147. F.109.)
Not analysed yet
Λέων καὶ ὄνος καὶ ἀλώπηξ κοινωνίαν ποιησάμενοι ἐξῆλθον πρὸς ἄγραν. Πολλῆς οὖν θήρας συλληφθείσης, προσέταξεν ὁ λέων τῷ ὄνῳ διελεῖν αὐτοῖς. Ὁ δὲ τρεῖς μερίδας ποιησάμενος ἐκ τῶν ἴσων, ἐκλέξασθαι τούτους προὐτρέπετο. Καὶ ὁ λέων θυμωθεὶς τὸν ὄνον κατέφαγεν. Εἶτα τῇ ἀλώπεκι μερίζειν ἐκέλευσεν. Ἡ δ᾿ εἰς μίαν μερίδα πάντα σωρεύσασα, ἑαυτῇ βραχύ τι κατέλιπε. Καὶ ὁ λέων πρὸς αὐτήν· „τίς σε, ὦ βελτίστη, διαιρεῖν οὕτως ἐδίδαξεν; “δʼ εἶπεν· „ἡ τοῦ ὄνου συμφορά. “Ὁ μῦθος δηλοῖ, ὅτι σωφρονισμοὶ γίνονται τοῖς ἀνθρώποις τὰ τῶν πέλας δυστυχήματα.