Ancient Greek · ~4 min
287b. Ἄλλως. Μέλισσα καὶ Ζεύς. (F.114. C. p.381.)
Aesopus Scr. Fab. et Aesopica, Fables 287b. Ἄλλως. Μέλισσα καὶ Ζεύς. (F.114. C. p.381.)
Not analysed yet
Μέλισσα, πάλαι μήτηρ κηρίων οὖσα, ἀνελήλυθεν εἰς θεοὺς θυμιᾶσαι, προσαγαγοῦσα ἐκ μέλιτος τὸ δῶρον. Τερφθεὶς δὲ ὁ Ζεὺς τῇ προσφορᾷ τῆς μελίσσης, συνετάξατο αὐτῇ δοῦναι, ὃ ἂν αἰτήσῃ. δὲ πρὸς αὐτὸν ἐδέετο βοῶσα· „ὦ θεὲ λαμπρὲ καὶ κτιστὰ ἐμοῦ τῆς μελίσσης, ἐπίδος κέντρον τῇ σῇ θεραπαινίδι, ἵνα, ἐάν τις τῷ οἴκῳ μου πλησιάσῃ τοῦ ἆραι μέλι, αὐτὸν ἐγώ φονεύω. “Ἀπειρηκὼς δὲ ὁ Ζδεὺς πρὸς τὰς αἰτήσεις, ἐπεὶ ἐφίλει τὸ τῶν ἀνθρώπων γένος πάνυ, ἔφησε τῇ με- λίσσῃ τοιάδε· „οὐχ ὡς ᾔτησας, οὕτως γενήσεταί σοι, ἀλλʼ ἐάν τις ἥκῃ λαβεῖν ἀπὸ σοῦ μέλι, σὺ δὲ προσκρούσῃς αὐτῷ καὶ πλήξῃς, αὐτὴ μᾶλλον τεθνήξῃ, ἐκβληθέντος σου τοῦ κέντρου· ζωὴ γὰρ ἐν σοὶ ὑπάρχει τὸ κέντρον. Ὁ μῦθος δηλοῖ, ὅτι ἐν ταῖς εὐχαῖς καὶ ταῖς δεήσεσιν οὐ δεῖ κατὰ τῶν ἐχθρῶν τι ἐξαιτεῖσθαι κακόν· ὃ γὰρ ἂν κακὸν κατʼ αὐτῶν ἐξαιτήσῃς, ἀνθυποστρέψει ἐπὶ σὲ παραυτίκα.