Ancient Greek · ~1 min
288. Μέλισσαι καὶ Ποιμήν. (C. 302. F.214.)
Aesopus Scr. Fab. et Aesopica, Fables 288. Μέλισσαι καὶ Ποιμήν. (C. 302. F.214.)
Not analysed yet
Ἐν κοίλῃ δρυῒ μέλι κατειργάζοντο μέλισσαι. Ποιμὴν δέ τις αὐταῖς ἐργαζομέναις περιτυχὼν, ἀφελέσθαι προῃρεῖτο τοῦ μέλιτος· αἱ δὲ ἄλλοθεν ἄλλαι περιιπτάμεναι αὐτὸν ὤθουν τοῖς κέντροις. Καὶ τελευταῖον ὁ ποιμὴν„ ἄπειμι“ ἔφη „μηδὲν δεόμενος μέλιτος, εἰ δεῖ μελίσσαις περιτυχεῖν. “Τὰ κακὰ κέρδη τοῖς διώκουσι κίνδυνος.