Ancient Greek · ~2 min
317 Οἶς καὶ Κύων. (C.315. ex Xenoph.Comment. lI,7,13. F.366. C. p.405. B.130.)
Aesopus Scr. Fab. et Aesopica, Fables 317 Οἶς καὶ Κύων. (C.315. ex Xenoph.Comment. lI,7,13. F.366. C. p.405. B.130.)
Not analysed yet
Φασὶν, ὅτε φωνήεντα ἦν τὰ ζῶα, τὴν οἶν πρὸς τὸ δεσπότην εἰπεῖν· ,,θαυμαστὸν ποιεῖς, ὃς ἡμῖν μὲν ταῖς, καὶ ἔριά σοι καὶ ἄρνας καὶ τυρὸν παρεχούσαις οὐδὲν δίδως, ὅ,τι ἂν μὴ ἐκ τῆς γῆς λάβωμεν, τῷ δὲ κυνὶ, ὃς οὐδὲν τοιοῦτόν σοι παρέχει, μεταδίδως οὗπερ αὐτὸς ἔχεις σίτου. “Τὸν κύνα οὖν ἀκούσαντα εἰπεῖν· ,,ναὶ μὰ Δίʼ· ἐγὼ γάρ εἰμι ὁ καὶ ὑμᾶς αὐτὰς σώζων, ὥστε μήτε ὑπʼ ἀνθρώπων κλέπτεσθαι μήτε ὑπὸ λύκων ἁρπάζεσθαι· ἐπεὶ ὑμεῖς γε, εἰ μὴ ἐγὼ προφυλάττοιμι ὑμᾶς, οὐδʼ ἄν νέμεσθαι δύναισθε, φοβούμεναι μὴ ἀπόλησθε. Οὕτω δὴ λέγεται καὶ τὰ πρόβατα σνγχωρῆσαι τὸν κύνα προτιμᾶσθαι.