Ancient Greek · ~2 min
31b. Ἄλλως. (F. 12. C. p. 350. B.86.)
Aesopus Scr. Fab. et Aesopica, Fables 31b. Ἄλλως. (F. 12. C. p. 350. B.86.)
Not analysed yet
Ἀλώπηξ λιμώττουσα ἐν πήρᾳ ἐθεάσατο ἐπί τινα καλύβην βοσκοῦ κρέα καὶ ἄρτον ὑπʼ αὐτοῦ καταλειφθέντα, καὶ εἰσελθοῦσα ἔφαγεν αὐτὰ ἡδέως. Ἐξογκωθείσης δὲ αὐτῆς τῆς γαστρὸς, καὶ διὰ τοῦτο μὴ δυναμένης ἐξελθεῖν τῆς καλύβης, ἔστενε καὶ ἐπωδύρετο. Ἑτέρα δὲ ἀλώπηξ διερχομένη ἤκουσεν αὐτῆς τῶν στε- ναγμῶν, καὶ προσελθοῦσα ἐπυνθάνετο, διʼ ἣν αἰτίαν τοῦτο ποιεῖς; Μαθοῦσα δὲ τὸ γεγονὸς ἡ ἀλώπηξ ἔφη· ,,ἀλλὰ μένε τέως ἐνταῦθα σὺ, ἕως ἂν τοιαύτη γένῃ, ὁποία οὖσα εἰσῆλθες. “Ὁ μῦθος δηλοῖ, ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει.