Ancient Greek · ~2 min
348. Παιδίον ἐσθίον σπλάγχνα. (C. 262 et p.391. F.40. S. 47. B. 34.)
Aesopus Scr. Fab. et Aesopica, Fables 348. Παιδίον ἐσθίον σπλάγχνα. (C. 262 et p.391. F.40. S. 47. B. 34.)
Not analysed yet
Βοῦν τινες ἐπʼ ἀγρῷ θύσαντες, τοὺς συγγενεῖς εκαλεσαν· ἐν δὲ τούτοις ἦν καὶ γυνὴ πενιχρὰ, μεθʼ ἧς καὶ ὁ παῖς. Τὸ δὲ παιδίον, τῶν κρεῶν πλήσας τὴν γαστέρα καὶ ὀδυνώμενος, ἔλεγεν· ,,ὦ μῆτερ, ἐμῶ τὰ σπλάγχνα. “δὲ εἶπεν· ,,οὐχὶ τὰ σὰ, τέκνον, ἃ δὲ κατέφαγες. “Ὁ λόγος πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως τὰ ἀλλότρια λαμβάνων, ὅταν ἀπαιτηθῇ, οὕτως ἄχθεται, ὡς οἴκοθεν προῖέμενος.