Ancient Greek · ~1 min
352. Παῖς λουόμενος. (F. 167. C. 310 ct p. 404. S. 207.)
Aesopus Scr. Fab. et Aesopica, Fables 352. Παῖς λουόμενος. (F. 167. C. 310 ct p. 404. S. 207.)
Not analysed yet
Παῖς ποτε λουόμενος ἔν τινι ποταμῷ ἐκινδύνευσεν ἀποπνιγῆναι. Ἰδὼν δέ τινα ὁδοιπόρον, τοῦτον ἐπὶ βοηθείᾳ ἐκάλει· ὁ δὲ ἐμέμφετο τῷ παιδὶ ὡς τολμηρῷ. Τὸ δὲ μειράκιον εἶπε πρὸς αὐτόν· ,,ἀλλὰ νῦν μοι βοήθει, ὕστερον δὲ σωθέντι μέμψαι. “Ὁ μῦθος δηλοῖ τοῦτο· ,,μὴ μέμφου, πλὴν ἐλέησον. “