Ancient Greek · ~2 min
362. Πίθηκος καὶ Ἁλιεῖς. (S. 199. C. 30 et p. 404. F. 162.)
Aesopus Scr. Fab. et Aesopica, Fables 362. Πίθηκος καὶ Ἁλιεῖς. (S. 199. C. 30 et p. 404. F. 162.)
Not analysed yet
Πίθηκος ἐπί τινος ὑψηλοῦ δένδρου καθήμενος, ὡς ἐθεάσατο ἁλιεῖς ἔν τινι ποταμῷ σαγήνην βάλλοντας, παρετήρει τὰ ὑπʼ αὐτῶν πραττόμενα. Ὡς δὲ ἐκεῖνοι τὴν σαγήνην ἀνασπάσαντες μικρὸν ἄποθεν ἠρίστων, ὁ πίθηκος καταβὰς ἀπὸ τοῦ δένδρου ἐπειρᾶτο καὶ αὐτὸς τὰ αὐτὰ πράττειν· φασὶ γὰρ μιμητικὸν ζῶον εἶναι τοῦτο. Ἐφαψάμενος δὲ τῶν δικτύων ὡς συνελήφθη, ἔφη πρὸς ἑαυτόν· ,,ἀλλʼ ἔγωγε δίκαια πέπονθα· τί γὰρ, ἁλιεύειν μὴ μαθών, τούτῳ ἐπεχείρουν; “Ὁ λόγος δηλοῖ, ὅτι ἡ τῶν μηδὲν προσηκόντων ἐπιχείρησις οὐ μόνον ἀσύμφορος, ἀλλὰ καὶ ἐπιβλαβής ἐστι.