Ancient Greek · ~2 min
369. Πλούσιος καὶ Θᾶρηνῳδοί. (S 201. C.122 et p.325. F.163.)
Aesopus Scr. Fab. et Aesopica, Fables 369. Πλούσιος καὶ Θᾶρηνῳδοί. (S 201. C.122 et p.325. F.163.)
Not analysed yet
Πλούσιος δύο θυγατέρας ἔχων, τῆς μιᾶς ἀποθανούσης, θρηνούσας ἐμισθώσατο. Τῆς δὲ ἑτέρας παιδὸς λαλούσης· ,,ὡς ἄθλιαι, εἴγε αὐταὶ, ὧν ἐστι τὸ πάθος, θρηνεῖν οὐκ ἴσμεν, αἰ δὲ μηδὲν προσήκουσαι οὕτω σφοδρῶς κόπτονται καὶ κλαίουσιν,“ ἡ μήτηρ ἔφη· ,,μὴ θαύμαζε, τέκνον, εἰ αὗται οὕτως θρηνοῦσιν· ἐπὶ γὰρ ἀργυρίῳ τοῦτο ποιοῦσιν. “Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φιλαργυρίαν οὐκ ὀκνοῦσιν ἀλλοτρίας συμφορὰς ἐργολαβεῖν.