Ancient Greek · ~2 min
370b. Ἄλλως. (F. 164. C. p.306. S. 203.)
Aesopus Scr. Fab. et Aesopica, Fables 370b. Ἄλλως. (F. 164. C. p.306. S. 203.)
Not analysed yet
Ποιμιὴν ἔν τινι τόπῳ παραθαλασσίῳ ποίμνια νέμων, ὡς ἐθεάσατο τὴν θάλασσαν γαληνόν τε καὶ πραεῖαν, ἐπεθύμησε πλεῦσαι· διόπερ πωλήσας αὑτοῦ τὰ πρόβατα καὶ φοίνικας ἀγοράσας, ναῦν ἐμφορτωσάμενος ἀνήχθη. Χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς περιτραπείσης, πάντα ἀπολέσας αὐτὸς μόλις ἐπὶ τῆς γῆς διεσώθη. Μετʼ οὐ πολλὰς οὖν ἡμέρας τῆς θαλάσ- σης γαληνιώσης, ὡς ἐθεάσατό τινα παριόντα καὶ ἐπαι- νοῦντα τῆς θαλάσσης τὴν ἠρεμίαν, ἔφη· ,,ὦ οὗτος, αὕτη γάρ σοι φοινίκων ἐπιθυμεῖ. Οὕτω πολλάκις τὰ παθήματα τοῖς φρονίμοις γίνε- ται μαθήματα.