Ancient Greek · ~2 min
382b. Ἄλλως. Χήρα καὶ Πρόβατον. (C. 288. B. 51.)
Aesopus Scr. Fab. et Aesopica, Fables 382b. Ἄλλως. Χήρα καὶ Πρόβατον. (C. 288. B. 51.)
Not analysed yet
Ἐν τόπῳ τινὶ χήρα τις εἶχε πρόβατον. Τούτου δὲ τὸν πόκον λαβεῖν θέλουσα, ἔκειρεν ἀτέχνως, σὺν τῷ μαλλῷ καὶ τὴν σάρκα ψαλίζουσα. Τὸ δὲ πρόβατον ἀλγοῦν ἔλεγε· ,,τί με βλάπτεις; πόσην γὰρ ὁλκὴν τὸ ἐμὸν αἷμα προσθήσει; Καὶ εἰ μὲν κρεῶν, ὦ δέσποινα, χρῄζεις, μάγειρος ἔστιν, ὃς μὲ συντόμως θύσει· εἰ δʼ ἐρίου καὶ πόκου, κουρεὺς ἔστι πάλιν, ὃs καὶ κερεῖ με καὶ σώσει. “Οἱ ἀπειρίαν πράγματός τινος ἔχοντες καὶ διὰ πλεονεξίαν τοῦτο μεταχειριζόμενοι οὐ τοσοῦτον κέρδος, ὅσην βλάβην καρποῦνται.