Ancient Greek · ~2 min
384. Ῥόδον καὶ Ἀμάρατον. (C. 275. F. 321.)
Aesopus Scr. Fab. et Aesopica, Fables 384. Ῥόδον καὶ Ἀμάρατον. (C. 275. F. 321.)
Not analysed yet
Ῥόδῳ παραφυὲν ἀμάραντον ἔφη πρὸς αὐτό· ,,οἷον ἄνθος εὐπρεπὲς εἶ, ποθητὸν καὶ θεοῖς καὶ ἀνθρώποις· μακαρίζω σε τοῦ κάλλους καὶ τῆς εὐωδίαρ. “Τὸ δὲ εἷπεν· ,,ἐγὼ μὲν, ὦ ἀμάραντον, πρὸς ὀλίγον καιρὸν ζῶ, καὶ, κἂν μηδεὶς κόψῃ με, τήκομαι· σὺ δὲ ἀνθεῖς ἀεὶ, καὶ ζῇς οὕτω νέον. “Ὅτι κρεῖσσον ὀλιγαρκούμενόν τινα διαμένειν, ἢ πρὸς ὀλίγον τρυφήσαντα μεταβολῆς δυστυχοῦς τυχεῖν ἢ καὶ ἀποθανεῖν.