Ancient Greek · ~2 min
386. Σαλπιγκτής. (C. 142 et p.340. F. 81.)
Aesopus Scr. Fab. et Aesopica, Fables 386. Σαλπιγκτής. (C. 142 et p.340. F. 81.)
Not analysed yet
Σαλπιγκτὴς, στρατὸν ἐπισυνάγων καὶ κρατηθεὶς ὑπὸ τῶν πολεμίων, ἐβόα· ,,μὴ κτείνετέ με, ὦ ἄνδρες, εἰκῆ καὶ μάτην· οὐδένα γὰρ ὑμῶν ἀπέκτεινα· πλὴν γὰρ τοῦ χαλκοῦ τούτου οὐδὲν ἄλλο κτῶμαι. “Οἱ δὲ πρὸς αὐτὸν ἔφασαν· ,,διὰ τοῦτο γὰρ μᾶλλον τεθνήξῃ, ὅτι σὺ μὴ δυνάμενος πολεμεῖν, τοὺς πάντας πρὸς μάχην ἐγείρεις. “Ὁ μῦθος δηλοῖ, ὅτι πλέον πταίουσιν οἱ τοὺς κα κοὺς καὶ βαρεῖς δυνάστας ἐπεγείροντες εἰς τὸ κακοποιεῖν.