Ancient Greek · ~1 min
389. Σλήνη καὶ Μήτηρ. (C. 325. F. 396. ex Plut. VII Sap. Conv. c. 14.)
Aesopus Scr. Fab. et Aesopica, Fables 389. Σλήνη καὶ Μήτηρ. (C. 325. F. 396. ex Plut. VII Sap. Conv. c. 14.)
Not analysed yet
Σελήνη ποτὲ ἐδεῖτο τῆς ἑαυτῆς μητρὸς, ὅπως αὐτῇ χιτώνιον ὑφάνῃ σύμμετρον. Ἡ δʼ εἶπεν· ,,καὶ πῶς σύμμετρον ὑφήνω; νῦν μὲν γὰρ ὁρῶ σε πανσέληνον, αὖθις δὲ μηνοειδῆ, ποτὲ δʼ ἀμφίκυρτον. “Οὕτω καὶ πρὸς ἄνθρωπον ἀνόητον καὶ φαῦλον οὐδέν ἐστι μέτρον οὐσίας· ἄλλοτε γὰρ ἄλλος ἐστὶ ταῖς χρείαις διὰ τὰς ἐπιθυμίας καὶ τὰς τύχας.